TLG 1704 003 :: TEUCER :: Fragmenta TEUCER Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 508–509. frr. 1–3 Citation: Fragment — (line) | ||
1a | Etym. M.: Βουτρωτὸς ἢ Βουθρωτὸς, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνὸς, ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομέ‐ νου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα | |
5 | τομὴν, φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξα‐ μένη, εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν. Ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος, κτίζει πό‐ λιν, καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε. | |
---|---|---|
1b | Stephan. Byz.: Βουθρωτὸς, χερρόνησος περὶ Κέρ‐ κυραν. Ἔστι καὶ πόλις. Ἐκλήθη δ’ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται, ὅτι Ἑλένῳ ἐκ Τροίας πλέοντι ἐς ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ, | |
5 | τὸ θῦμα ἡ βοῦς ἀποδράσασα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τὸ μεταξὺ πόντου· καὶ εἰς τὸν χέρσον ἐμ‐ βᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἤριπε καὶ ἔθανε· καὶ κλῃδόνι ὁ Ἕλενος χρῆται, ἵνα ἔθηκε Βουθρωτὸν, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός. | |
2 | Etym. M.: Βεβαία, πηγὴ οὕτω κα‐ λουμένη ἐν Εὐβοίᾳ. Ἐτυμολογεῖ δὲ Τεῦκρος, ὅτι φησὶ τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν, μόνη αὕτη ὁμοίως διέμεινε πολύυδρος. | 508 |
5 | Παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς, Βεβαία. | |
3(t) | ΟΡΙΣΜΟΙ. | |
1 | Athenaeus X: Φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς· Ζῶον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον | |
ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα. | 509 |